Τίμαιος ὁ Σοφιστής: Πλατωνικὸν Λεξικόν / Β


Βάδην. ἐπειγομένη πορεία.
 

Βαθεῖαν αὔλακα. ὅπερ ἐστὶ σχιστῆς γῆς ὑπὸ ἀρότρου. μεταφορικῶς ἀπὸ τούτου βαθείας φρένας καὶ κεκρυμμένας σημαίνει.
 

Βάλλ᾿ εἰς μακαρίαν. ἀντὶ τοῦ, βάλλ᾿ εἰς ἅδου· ὅθεν τοὺς ἀποθανόντας Μακαρίτας ἔθος καλεῖν· ἤ ὅτι ἡ Μακαρία θυγάτηρ οὖσα τοῦ Ἡρακλέος, ἑκοῦσα ὑπὲρ τοῦ τῶν Ἡρακλειδῶν γένους ἀπέθανεν.
 

Βάραθρον. ὄρυγμα φρέατι ὅμοιον, ἔνθα οἱ καταδικασθέντες ἐβάλλοντο.
 

Βδελυρός. αἰσχροποιός.
 

Βέβηλοι. ἀμύητοι.

Βλάξ. ὁ διὰ νωθρίαν ἁμαρτηκώς.

Βλιμάζειν. πειράζειν.

Βένδις. ἡ Ἄρτεμις· Θρᾳκεῖα φωνή· καὶ Βενδίδια, Ἀρτέμιδος ἑορτὴ παρὰ Θρᾳξίν.
 

Βλίττειν. ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων.
 

Βράττειν. ἀνακινεῖν, ὥσπερ οἱ τὸν σῖτον καθαίροντες.
 

Βρενθυόμενος. γαυρούμενος καὶ ὀγκυλόμενος μετὰ βάρους.
 

Βωμολοχία. κακολογία, ἀπὸ τοῦ λοχαγεῖν, εἴρηται δὲ ἀπὸ τῶν τοὺς βωμοὺς λοχώντων, καὶ ἐπιτηρούντων τοὺς θύοντας, ἵνα μεταιτῶσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου