Τίμαιος ὁ Σοφιστής: Πλατωνικὸν Λεξικόν / Α


Ἀγαθοεργοί. αἱρετοὶ κατ᾿ ἀνδραγαθίαν.

Ἄγαλμα. πᾶν ἀνάθημα.

Ἄγαμαι. ἀποδέχομαι, θαυμάζω ἄγαν.

Ἀγείρουσαν. ὡς ἱερείαν περιερχομένην.

Ἁγιστεύειν. ἱεροθυτεῖν.

Ἁγίαν. τὸν ἡγούμενόν τινος.

Ἄγνος. φυτὸν, ὅν καὶ λύγον.

Ἄγος. μίασμα, μύσος.

Ἄγροικος. σκληρὸς καὶ ἀπαίδευτος, ἤ ὁ ἐν ἀγρῷ κατοικῶν.

Ἀγρονόμοι. οἱ τοῖς ἀγροῖς ἐπιφοιτῶντες ἄρχοντες.

Ἀγχώμαλος. ὁ ἐγγύς πως τῷ ἐπίσης ἔχων ἐπί τι ἀγώνισμα ἤ ἄθλημα.

Αἰκίας. ὕβρεως δίκη.

Ἀΐστωρ. ἄπειρος, ἀμαθής.

Αἰξωνεύεσθαι. ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων Ἀβδηρίτης, ὡς ἐπὶ βλασφημίᾳ διαβέβληται.

Ἄκακοι. οἱ ἔξω κακίας.

Ἀκήρατοι. καθαροί.

Ἀκινάκης. περιζώνιον στενὸν ἑτερόστομον, ὥσπερ ἡμίστομον μαχαίρας.

Ἀκέραιοι. οἱ ἔξω κήρας.

Ἀκκίζῃ. ἀπαξιοῖς.

Ἀκροχειρίζεσθαι. πυκτεύειν, ἤ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς, ἤ ὅλως, ταῖς ἄκραις μετ᾿ ἄλλου γυμνάζεσθαι.

Ἀκταίνειν. γαυριᾷν, καὶ ἀτάκτως πηδᾷν.

Ἀλαζών. ψευδής.

Ἀλευάδαι. οἱ ἐν Λαρίσσῃ τῆς Θετταλίας εὐγενέστατοι, ἀπὸ Ἀλεύου τὸ γένος ἔχοντες.

Ἀλίπεδον. ὁμαλὸν καὶ ἄσπορον πεδίον.

Ἀλιτηριῶδες. ἁμαρτωλὸν ἤ πλάνον. Ἄλη γὰρ ἡ πλάνη, καὶ ἡ ἁμαρτία.

Ἀλλόκοτον. ἐξηλλαγμένον.

Ἀλλοτριονομοῦντες. ἐναλλαγὴν ὀνομάτων ποιοῦντες, ἤ ὅλως, τισί τινα μή προσηκόντως διανέμοντες.

Ἀμεταστρεπτί. οὐχ ὑποστρέφειν εἰς τοὐπίσω.

Ἀμόθεν γε ποθέν. ἀπό τινος μέρους ἰσημέρου.

Ἄμυνα. καὶ ἐπὶ ἀμοιβῆς, καὶ ἐπὶ εἰσπράξεως δίκης.

Ἀμφιλαφές. πολὺ καὶ ἄφθονον. ἔστιν δ᾿ ὅτε καὶ ἀμφίσκιον.

Ἀμφιθαλεῖς. ἀντὶ τοῦ, ἀμφότεροι οἰκοθαλεῖς.

Ἀμφικτύονες. οἱ ἐκ πολλῶν πόλεων αἱρετοὶ δικασταί, οἷον ἀμφικτίονες καὶ περίοικοι.

Ἀμηγέπη. ἑνί γε τρόπῳ, ἤ ὁπωσοῦν.

Ἀναδῆσαι. ταινίας ἐπιβαλεῖν.

Ἀνάρσια. ἅ οὐκ ἄν τις ἄραιτο.

Ἀνακηκίει. ἀναπηδᾶ.

Ἀνάπλεως. ἀναπεπλησμένος. χρῆται δὲ ἐπὶ τοῦ μεμολυσμένου.

Ἀνατί. δίχα βλάβης, καὶ οἷον δίχα τῆς ζημίας.

Ἀνατείνας τὴν ψυχήν. ἐπὶ τὰ ἄνω τρέψας, καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν.

Ἀνασχινδυλευθῆναι. ἀνασκολοπισθῆναι, ἀνασταυρωθῆναι.

Ἀνάδαστος. ἡ κληρουχηθεῖσα γῆ, ἡ πάλιν εἰς διαίρεσιν διαδιδομένη.

Ἀναπεμπάζεσθαι. ἐπαναλαμβάνειν κεφαλαιωδέστερον τὰ εἰρημένα.

Ἀνακογχυλιάσαι. ἀναγαργαρίσαι.

Ἀνδρηλατεῖν. ἄνδρας ἐξελαύνειν, καὶ φυγαδεύειν.

Ἀνείλλεται. ἀνειλεῖται.

Ἀνιμᾷ. ἀνέλκει.

Ἀνεργήσει. ἀναδήσει, ἀναρτήσει, καὶ οἷον κωλύσει.

Ἀνδραποδώδη τρίχα. τὴν τῶν ἀνδραπόδων ἴδιον κουρὰν, ἥν ἀπελευθερωθέντες ἤλλασσον Ἀθήνῃσιν αἱ δοῦλαι τε καὶ οἱ δοῦλοι.

Ἀνδρείκελον. χρόα ἐπιτηδεία, ὡς πρὸς ἀνδρὸς μίμησιν.

Ἀνοργίαστοι. οἱ ἀμύητοι, οἷς τελεταὶ καὶ ὄργια οὐκ ἐγένοντο.

Ἀντικρύ. κατευθὺ, ἐπ᾿ εὐθείας.

Ἄντυγες. αἱ τῶν ἁρμάτων περιφέρειαι οὕτως λέγονται.

Ἀντωμοσία. γραφὴ κατά τινος ἔνορκος, περὶ ὧν ἠδικῆσθαί φησι. Διωμοσία δὲ, ὁ ἑκατέρωθεν γινόμενος ὅρκος καὶ ἐπὶ τῶν δικαζομένων· τοῦ μὲν, ὡς πράξαντα διώκειν· τοῦ δὲ, ὡς οὐκ ἔπραξεν. Ἐξωμοσία δὲ, ἄρνησις σύν ὅρκῳ, ὡς ἀδυνατοῦντος, ἤ παρὰ καιρὸν ὄντος αὐτῷ τοῦ λειτουργεῖν.

Ἄξων. τὸ τοῦ ἅρματος ξύλον, περὶ ὅ δινοῦνται οἱ τροχοί.

Ἀπενιαυτίσαι. ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν.

Ἀπέσβη. τέθνηκεν.

Ἀποδιοπομπεῖσθαι. ἀποπέμπεσθαι καὶ διωθεῖσθαι τὰ ἁμαρτήματα, συμπράκτορι χρώμενος τῷ Διΐ.

Ἀποκναίειν. κατ᾿ ὀλίγον ἀποξύειν, καὶ ὡσπερεὶ διαφθείρειν.

Ἀπόστολα. τὰ εἰς τὴν θάλασσαν ἐκπεμπόμενα ἤ ἐκπλέοντα.

Ἀποστοματίζειν. ἀπὸ μνήμης λέγειν.

Ἀπόῤῥησις. ἀπαγόρευσις.

Ἀποτεθρυωμένοι. ἀπηγριωμένοι. εἴρηται δὲ κατὰ μεταφορὰν ἀπὸ τῶν τεθρύων, ἅπερ εἰσὶν ἄγονα καὶ ἄγρια φυτά.

Ἀποφράδες ἡμέραι. ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσιν· ἤ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι.

Ἀπρίξ. ἐμπεφυκότως.

Ἀργυρίς. φιάλη.

Ἀραρός. βέβαιον, ἀμετακίνητον.

Ἀργυραμοιβός. ὁ κέρμα ἀντὶ ἀργυρίου ἀλλασσόμενος.

Ἀργιλώδης γῆ. λευκὴ καὶ καθαρά.

Ἀριστίνδην. κατ᾿ ἀνδραγαθίαν αἱρετόν.

Ἄρνυσθαι. ἀντὶ τοῦ, καταλλάσσεσθαι· ὅθεν καὶ τὸ Μισθαρνεῖν, τὸ μισθὸν ἀντί τινος λαμβάνειν λέγεται.

Ἄῤῥατον. ἰσχυρόν, στερεόν.

Ἄρτι. πρὸ ὀλίγου χρόνου πεποιημένος.

Ἀσκωλίζοντες. ἐφ᾿ ἑνὸς ποδὸς ἐφαλλόμενοι, ἤ στερούμενοι τῶν κατὰ φύσιν.

Ἀσπαλιεύς. ἁλιεὺς, ἀπὸ τοῦ ἀποσπᾷν τὴν ἄγραν.

Ἀτάρ. σύνδεσμος ἀντὶ τοῦ δή.

Ἀτεχνῶς. ἀντὶ τοῦ ἀληθῶς καὶ χωρὶς πανουργίας, καὶ οἷον ἀπλάστως.

Ἀτενής. ἤ ὁ τῷ ἤθει εὐθὺς καὶ ἀκλινής, ἤ ὁ σκληρὸς, καὶ ἀνύπεικτος πρὸς ὅ χρὴ ὑπεῖξαι.

Ἀτιμώρητος. ἀβοήθητος, ἤ θαυμαστός· ἐστὶ δ᾿ ὅτε καὶ ὁ κακός.

Ἀτύφου μοίρας. τῆς ἀβλαβοῦς ὑπὸ τύφου, καὶ μὴ τεθυμμένης.

Ἀτυχῆσαι. μὴ τυχεῖν.

Αὔην καὶ ξηρὰν. παραλλήλως εἶπεν. ἔστι δὲ ταὐτόν.

Αὐτίκα. ἅμα καὶ τότε εὐθέως.

Ἀχαριστεῖν. μὴ χαρίζεσθαι.

Ἀστόξενος. ὁ μὴ ἔχων ἐν τοῖς πολίταις οἰκίαν ἰδίαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου