Ὄα. ἀκροδρύων εἶδος, μήλοις μικροῖς ἐμφερές.
Οἴναρα. τὰ τῆς ἀμπέλου φύλλα.
Οἰστρᾷ. συντόνως καὶ μανικῶς κινεῖται.
Ὀκνεῖ. εὐλαβῶς ἔχει.
Ὀκρίβας. πῆγμα τὸ ἐν τῷ θεάτρῳ τιθέμενον, ἐφ᾿ οὗ ἵσταντο οἱ τὰ δημόσια λέγοντες. Θυμέλη γὰρ οὐδέπω ἦν. Λέγει γοῦν τις· Λόγιόν ἐστι πῆξις ἐστορεσμένη ξύλων, εἶτα ἑξῆς Ὀκρίβας δὲ ὀνομάζεται.
Ὁμηρίδαι. οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι.
Ὁμόσε. εἰς ταὐτὸ ὑπὸ τῶν ἐναντίον εἰς μάχην φερόμενοι.
Ὁμόγνιοι θεοί. ὅσοι συγγενεῖς κονῶς ὀργιάζουσιν.
Ὁμοτέρμονες. οἱ ὁμοῦ τὰ τέλη ἔχοντες, οἷον οἱ γείτονες· ὁμοῦ γὰρ ἔχουσι τὰ τέρματα.
Ὀργᾷ. ἐπείγεται, ἐπιθυμεῖ.
Ὀργάσας. μαλάξας.
Ὀργάς. ἡ εὔγειος, καὶ λιπαρὰ, καὶ ἀκμαία.
Ὀργιάζων. θύων, ἐπιτελῶν.
Ὀρέξαι. δοῦναι, ἀποτεῖναι.
Ὀργιασταί. οἱ τὰ μυστήρια ἐπιτελοῦντες.
Ὀρχήστρα. τὸ τοῦ θεάτρου μέσον χωρίον, καὶ τόπος ἐπιφανὴς εἰς πανήγυριν, ἔνθα Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες.
Ὅσια. τὰ ἰδιωτικὰ, καὶ μὴ ἱερά.
Ὄττα. φήμη, μαντεία καὶ διὰ κλῃδόνος.
Οὐκ ἄλλως προνοεῖ. οὐ μάτην.
Οὐκ ἔτως. οὐκ ἐτησίως γεγραφὼς, οὐ ματαίως.
Οὐκ ἐν ὑπονοίᾳ. οὐκ ἐν αἰνιγμῷ, οὐκ ἐν ἀλληγορίᾳ.
Οὐχ ἥκιστα. πάνυ· ὡς Πορφύριος ἐν τῷ πρὸς τοὺς ἀπὸ τοῦ νοῦ χωρίζοντας τὸ νοητόν· διενεχθέντες δὲ πρὸς ἀλλήλους τὸ παρηγμένον αὐτῶν τῆς δόξης οὐχ ἥκιστα.
Ὄφλειν. ἡττᾶσθαι ἐπὶ δικαστηρίῳ.
Ὄχθας. γῆς ἀναστήματα.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου