Παιανῖσαι. τὸν Παιᾶνα ἐπικαλεῖσθαι. ἦν δὲ ἔθος καὶ ἐπὶ ἔργου ἀρχομένους, καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγειν.
Παιδουργία. παιδοποιΐα.
Παλιναίρετα. φευκτά, ἔκβλητα, τὸ ἐναντίον πρὸς αὐτῇ τῇ αἱρέσει πάθος ἐμποιοῦντα. σημαίνει δὲ καὶ τὰ πάλιν αὐτὰ ἐν Τιμαίῳ· παλιναίρετα γάρ φησι γεγονότα πάντα καὶ διεφθαρμένα.
Παλίμβολος. ὕποπτος καὶ ὕπουλος, πολυμετάβολός τε, καὶ ἐπὶ μιᾷ γνώμῃ μὴ μένων.
Παρακαταβολή. πρόθεσις τοῦ δεκάτου μέρους τοῦ τιμήματος.
Παραταχθείς. παρ᾿ αὐτὸν ταχθείς.
Παράστασις. στάσις παρά τινα ἄτιμος· γίνεται δὲ ἐπὶ τῶν χρεωφειλετῶν.
Παρατενεῖς. ἀπολεῖς, ἐπὶ πλέον παρελκύσεις.
Πάρεστιν. ἐκ παντὸς δυνατόν ἐστιν.
Παρίεμαι. παραιτοῦμαι.
Πάρνοψ. ἀκρίδος εἶδος.
Παρνησός. ὄρος μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς.
Παρόν. ἐξὸν, δυνατὸν, δέον.
Πατρούχου παρθένου. τῆς ὀρφανῆς καὶ ἐπικλήρου, ᾗ προσήκει τὰ τοῦ πατρὸς ἔχειν.
Πατρονομούμενοι. οἱ τοῖς γονικοῖς νόμοις χρώμενοι, ἤ ὑπὸ τῶν πατέρων ἀρχόμενοι.
Πάχνη. δρόσος πεπηγυῖα. Κρύσταλλος δὲ, τὸ ὑπὸ κρύους συνεσταλμένον καὶ πεπηγός.
Πειρῶντα. πειράζοντα διὰ λόγων παῖδα ἤ γυναῖκα.
Πέλανοι. πέμματα ἐκ παιπάλης καὶ ἐλαίου καὶ μέλιτος πεποιημένα πρὸς θυσίαν.
Πέλτη. ὅπλον κοῦφον, ἴτυν οὐκ ἔχον, ἀλλ᾿ ἐν μόνης βύρσης γεγονός.
Πελάτης. ὁ ἀντὶ τροφῶν ὑπηρετῶν καὶ προσπελάζων.
Πενεστικόν. τὸ παρὰ Θετταλοῖς θητικόν, ὡς τὸ Εἱλωτικὸν παρὰ τοῖς Σπαρτιάταις.
Περιαγειρόμενοι νικηφόροι. οἱ νικήσαντες ἐν δημοσίῳ ἀγῶνι, καὶ δῶρα παρὰ τῶν φίλων καὶ οἰκείων λαμβάνοντες, καὶ περιϊόντες.
Περιεῖπον. περί τινα ἦσαν θεραπευτικῶς καὶ φυλακτικῶς.
Πεττεία. ἡ διὰ ψήφων παιδιά. ἐστιν δ᾿ ὅτε καὶ γεωμετρίαν λέγει.
Πλέθρον. ἕκτον μέρος σταδίου.
Πλημμέλεια. πολλὴ ἀμέλεια.
Πνύξ. χωρίον ἐν ᾧ τὰ ἀπόῤῥητα ἐκκλησιάζουσιν.
Ποικιλτική. ποικίλον ὕφασμα, ἤ ὑφαντικὴ ποικίλων.
Πομπή. ἀπόπεμψις.
Πόπανα. πέμματα πλατέα καὶ λεπτὰ καὶ περιφερῆ.
Πόρκος. κύρτος θαλάσσιος, ὁ εἰς ἄγραν ἰχθύων.
Ποτνιώμενος. ἐπικαλεῖτο σὺν λύπῃ.
Πρανές. κάταντες.
Πρόσχημα. παρακάλυμμα τοῦ ἤθους, ἤ πρόφασις.
Πρέμνον. τὸ τοῦ δένδρου στέλεχος καὶ ἕδρασμα, οἷον πραμνόν τι ὄν.
Προσέπαισε. προσέπαιξε. τῷ σ ἀντὶ τοῦ ξ κέχρηται.
Πρὸς τὸ τῆς Ἄγρας. τὸ τῆς Ἄγρας θεσμοφόριον Ἀρτέμιδος δηλοῖ.
Πρόβασις. ἡ τῶν βοσκημάτων κτῆσις.
Προβολή. γραφὴ κατὰ τῶν συκοφαντούντων.
Προτέλεια. αἱ πρὸ τῶν γάμων τελούμεναι θυσίαι καὶ δωρεαί.
Πρυτανεία. μηνιαῖα φυλῆς ἀρχή.
Πρῶ. ἔστι ὄρθρου βαθέος.
Πυρῶν. φλέγων, ἤ καίων.
Πύθιοι. δ᾿ ἄνδρες αἱρετοὶ παρὰ Λάκωσιν, δύο καθ᾿ ἕκαστον βασιλέα σύσσιτοι.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου