Ταινίας ἀναδούμενοι. ἔθος τοῖς νικήσασιν ἀναδοῦναι ταινίας.
Ταλασιουργία. ἡ περὶ τῶν ἐρίων ἐργασίμη τέχνη.
Ταλαντοῦσθαι. ἑτεροφορεῖσθαι.
Τὰς ψυχὰς ἀποτεθρυωμένοι. ἀντὶ τοῦ, ἀπηγριωμένοι καὶ ἄγονοι.
Τέγγων. μαλάττων, βρέχων.
Τέγγεσθαι. εἴκειν ἐνδιδόναι.
Τεθυμμένος. ὑπὸ πυρὸς ἐκκεκαυμένος, ἤ κεκακωμένος.
Τελεσθέντα. ἀναλωθέντα.
Τελεταί. αἱ μυστηριώδεις θυσίαι.
Τέλος. τάξις, βλάβη, ἀνάλωμα.
Τέμπη. μεταξὺ ὀρῶν στενότητες.
Τερθρεία. γοητεία, ἤ περιπάθεια.
Τένθης. ὁ γαστρίμαργος.
Τερατολόγοι. οἱ θαυμαστὰ καὶ παράδοξα μυθεύοντες.
Τευτάζων. πραγματευόμενος, ἐνδιατρίβων.
Τέως. πρὸ τοῦ, ἤ ἕως τινός.
Τήθη. μάμμη. Τηθὶς δὲ, ἡ τῶν θείῳ ἀνάλογος.
Τὴν ἀλωπεκῆν. τὴν πανουργίαν.
Τὴν λῆξιν. τὸν κλῆρον.
Τί δῆτα ἔχων στρέφη; ἀντὶ τοῦ, ἐνδιατρίβεις.
Τιμαλφέστατα. τὸ τιμὴν πολλὴν εὑρίσκον. τὸ γὰρ Ἄλφειν εὑρίσκειν ἐστί, ἐξ οὗ καὶ Ὅμηρος Ἀλφεσιβοίας καλεῖ τὰς εὑρισκούσας εἰς τιμὴν βόας.
Τοπάζω. ὑπονοῶ, οἴομαι.
Τί μήν; κατάφασιν δηλοῖ, ἀντὶ τοῦ, πῶς γὰρ οὔ; ἤ διὰ τί γὰρ οὔ;
Τραγικὴ σκηνή. πῆγμα μετέωρον, ἐφ᾿ οὗ ἐν θεάτρῳ τινὲς παριόντες ἔλεγον.
Τριτύς. φυλῆς μέρος τρίτον.
Τυφῶνος πολυπλοκώτερον. Τυφὼν, ὁ λεγόμενος κεραυνωθῆναι ὑπὸ Διός. τούτου ποικιλώτερον.
Τωθάζων. χλευάζων, σκώπτων, διασύρων.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου