Σαρδώνιος γέλως. ὁ προσποίητος· ἀπὸ τῆς Σαρδοῦς τῆς νήσου.
Σατυρικά δράματα. πλείονα ἦν ἔθος ὑποκρίνεσθαι, ἐν οἷς μεταξὺ ταῦτα ἐμίγνυον πρὸς διάχυσιν.
Σηκός. ἔπαυλις τριγχῷ περιεχομένη.
Σισύρα. αἴγειον στέγαστρον τετριχωμένον. ἔστι ὅτε καὶ τὸ τραχὺ καὶ ἄγναπτον ἱμάτιον, ὡς καὶ Ἀριστοφάνης·
Ἑν πέντε σισύραις ἐγκεκορδυλημένος.
Σκιωρῖται. λόχος ἀνδρῶν ἑξακοσίων Ἀρκαδικός, ὁ ἀρχόμενός τε ἐν τοῖς πολέμοις, καὶ τελευταῖος ἀναχωρῶν.
Σκηπτόμενος. προφασιζόμενος.
Σκληφρός. ὁ σκληρός καὶ παρηβηκώς, ὁ τὰ σκληρὰ φέρειν δυνάμενος.
Σκολύθρια. ταπεινὰ διφρία παρὰ τοῖς Θεσσαλοῖς, ἅ τινες θρανία καλοῦσιν.
Σμινύην. οἱ μὲν δίκελλαν, οἱ δὲ ἀξίνην καλοῦσιν.
Σπαργῶσα. σπαραττομένη ὑπὸ θλίψεως, καὶ δεομένη ἐκρίσεώς τινος.
Σταθερά. μέσον ἡμέρας, ὅτε κατὰ κορυφὴν ὁ ἥλιος γίνεται.
Σταθερός. στάσιμος, ἰσχυρός.
Στρυφνόν. στερεόν.
Στερίφαι. στεῖραι, παρὰ τὸ στερεὰν ἔχειν τὴν ὑστέραν.
Στέμφυλα. ἐλαιῶν καὶ σταφυλῶν ἀποπιέσματα, οἷς ἀντὶ ὄψων ἐχρῶντο.
Στρατιά. ἡ ἐνέργεια, καὶ ὥσπερ πάλη.
Στρατεία. τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα.
Στρατόπεδον. λέγεται καὶ τὸ πλῆθος τῶν στρατιωτῶν· λέγεται δὲ καὶ τόπος, ἐν ᾧ ἀθροίζεσθαι αὐτοὺς ἐπιτήδειον.
Στρόφιγγες. οἱ τῶν θυρῶν στροφεῖς.
Στύραξ. ὁ σαυρωτὴρ καλούμενος, ἡ τοῦ δόρατος ἀρχή, ἀφ᾿ ᾗ στηρίζεται.
Συμβιβάσει. εἰς συμβίβασιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινος.
Συνέριθοι. συνεργοί.
Συνέμπορος. συνοδοιπόρος.
Σφαδάζειν. δυσανασχετεῖν μετά τινος ὥσπερ σπασμοῦ.
Σφενδόνη. τοῦ δακτυλίου ἡ περιφέρεια, ἡ εἰς λιθοβολήν.
Σφεδανόν. καταπληκτικὸν, πολεμικόν.
Σφριγῶντες. ἀκμάζοντες, ὥσπερ διεσφηνωμένοι ὑπὸ πυκνότητος καὶ ἀκμῆς· παρ᾿ Ἱπποκράτει δὲ
Σφριγανὸν τὸ ἀκμάζον λέγεται.
Σχηματιζόμενος. προσποιούμενος, ἤ συνταττόμενος.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου