Ἑαυτῷ. ἐπὶ τρίτου προσώπου. οἱ Ἀττικοὶ δὲ ἐπὶ δευτέρου κέχρηνται.
Ἐγκύρτια. τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. χρῆται δὲ ἐν Τιμαίῳ ἐπὶ τῆς φάρυγγος τῇ λέξει.
Ἐδῄωσαν τὴν γῆν. ἀντὶ τοῦ, ἐδενδροτόμησαν.
Ἐδίδαξα. ἐπαίδευσα αὐτὸς δι᾿ ἑαυτοῦ. Ἐδιδαξάμην, ἐπαιδευσάμην δι᾿ ἑτέρου, αὐτὸς ἐπιμεληθεὶς τούτου.
Ἕδος. τὸ ἄγαλμα. καὶ ὁ τόπος ἐν ᾧ ἵδρυται.
Ἐνθράττειν. ὑποκινεῖν, ταράττειν.
Εἶεν. συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα.
Εἰλομένων. συνεσταλμένων, συγκεκλεισμένων.
Εἰκάζων. οἰόμενος, ἤ ὁμοιῶν.
Ἕλη. ἡλίου αὐλαία ἤ αὐγή.
Εἴλησις. ἔκκαυσις.
Εἰλυφόωσιν. εἰλοῦσι, συνάγουσιν.
Εἴξασι καὶ Εἴκασι λέγει αντὶ τοῦ ἐοίκασιν.
Ἐπαγγελίαι. καθ᾿ ὧν μή εἰσι κολάσεις ὁρμώμεναι κατὰ τοὺς κειμένους ἤδη νόμους.
Ἐμαλακίσθη. ἐνέδωκε, καὶ ἀσθενῶς διετέθη ὑπὸ δειλίας.
Ἔμβραχυ. συντόμως, καὶ οἷον ἐν βραχεῖ.
Ἐμπειρία. τριβὴ ἐκ πείρας.
Ἐμπολέμια. τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ εὔχρηστα.
Ἔναγχος. ἐν τῷ ἔγγιστα παρελθόντι χρόνῳ.
Ἐναυλος λόγος. ἔνηχος.
Ἐναγίζειν. θύειν.
Ἐνδίκως. δικαίως, καὶ κατὰ δίκην.
Ἐνδοῦναι. προδοῦναι. παραδοῦναι, ἤ καὶ εἶξαι.
Ἐνεός. ὁ ἐστερημένος φωνῆς.
Ἔγκοτον. ἐχθρόν, ἐνδιάθετον.
Ἔνη καὶ νέα. ἡ τριακὰς καλουμένη· Ἔνον τὸ παλαιὸν, καὶ Νέον τὸ νέον.
Ἐντελεῖς. οἱ ἄρχοντες, καὶ οἱ ἄρξαντες.
Ἐγχρίμπτει. ἐγκυρεῖ, ἐνερείδει, πλήττει.
Ἐνωμοτία. τάγμα ποσόν. εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν.
Ἐξαμβλοῦν. διαφθείρειν τὸ κατὰ γαστρὸς διεφθορός, καὶ ἀποκτείνειν αὐτό.
Ἐπαμφοτερίσαι. εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν λόγον.
Ἐξάντη. τὸ ν ἔγκειται δι᾿ εὐστομίαν, ἀντὶ τοῦ, ὑγιῆ καὶ ἔξω ἄτης.
Ἐξετασμός. ἀρίθμησις.
Ἐξηγηταί. τρεῖς γίνονται Πυθόχρηστοι, οἷς μέλει καθαίρειν τοὺς ἄγει τινὶ ἐνισχηθέντας. καὶ οἱ ἐξηγούμενοι τὰ πάτρια.
Ἐξαμοργνύμενος. ἐκματτόμενος, καὶ ἀποτυπούμενος.
Ἐξοστρακισμός. φυγὴ δεκαετής. Πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους ἔχον, δι᾿ ὧν εἰσιὼν πολίτης ἕκαστος ὄστρακον τίθησιν ἐπιγεγραμμένον· τούτων δὲ ὑπὲρ ἑξακισχίλια γενομένων, φυγὴ δεκαετὴς καταψηφίζεται τοῦ κρινομένου.
Ἐξωμοσία. ἔνορκος παραίτησις δι᾿ εὔλογον αἰτίαν.
Ἐπαγωγαί. ἀγωγαὶ δαίμονος φαύλου ἐπί τινα γενόμεναι.
Ἐπετίμα. ηὔξει τὴν τιμήν.
Ἐπιβολή. ἡ εἰσφορά.
Ἐπήβολοι. οἱ ἐπιτυχῶς βάλλοντες· Βάλλειν γὰρ τὸ τυχεῖν· ἤ οἱ ἐντυγχάνοντες.
Ἔπηλυς. ὁ ἄλλοθεν ἐπελυλυθὼς, τουτέστιν, ὁ ἀλλοεθνής.
Ἐπηλυγάζονται. ἐπικρύπτονται, ἐπισκιάζονται. Λύγη γὰρ λέγεται ἡ σκιά.
Ἐπάρας. ἀναπείσας.
Ἐπιβάδαι. αἱ μετὰ τὰς ἑορτὰς ἡμέραι, ἐν αἷς τοῖς ὑπολειφθεῖσι σιτίοις καὶ ποτοῖς χρῶνται Ἀθηναῖοι.
Ἔῤῥε. φθείρου, ἀπαλλάττου.
Ἐρυμνά. τὰ ἐχυρὰ καὶ τὰ δυσπρόσβατα χωρία.
Ἕρμαιον. εὕρεμα· ἀπὸ τοῦ ἐν ἔθει λεγομένου, Κοινὸς Ἑρμῆς.
Ἐρυσίβη. μιλτώδης δρόσος. Πάχνη δὲ, δρόσος χιονώδης.
Ἐπεσφάλακεν. οἱ μὲν, ἐπεσπάσθη· οἱ δὲ, ἐσάπη, ἤ παρὰ καιρὸν ἀτροφῆσαν ἐμαράνθη.
Ἑταιρίστριαι. αἱ καλούμεναι τριβάδες.
Ἔτνος. ὄψον ἐξ ὀσπρίου.
Εὐερκής. εὖ τετειχισμένη.
Εὐηνίως. ἀφιλονείκως.
Εὐθύναι. δίκαι κατὰ τῶν ἀρξάντων κακῶς.
Εὐθὺ Λυκείου. ἐπ᾿ εὐθείας εἰς Λύκειον. Τόπος δέ ἐστιν Ἀθήνησιν.
Εὐρώς. ὑγρότης σεσηπυῖα.
Ἐφέται. πεντήκοντά εἰσιν οὗτοι οἱ ἀπὸ Δράκοντος περὶ φόνου δικάζοντες κριταί.
Ἔφοροι. πέντε μείζους, καὶ πέντε ἐλάττους.
Ἐχέγγυον. τὸ διὰ πίστεως ἄξιον οὕτως καλεῖ.
Ἐχθοδοπόν. ἐχθροποιόν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου