Τίμαιος ὁ Σοφιστής: Πλατωνικὸν Λεξικόν / Χ


Χαλαστραῖον. νίτρον, ἀπὸ Χαλάστρας, τῆς ἐν Μακεδονίᾳ λίμνης.
 

Χαμεύνια. τὰ ἐπὶ τῆς γῆς στρωννύμενα.
 

Χαμαίζηλος. διφρίον μικρὸν, ἤ ταπεινὸν σκιμπόδιον.
 

Χαραδριός. ὅς, ἐπεὶ δ᾿ ἄν τι φάγῃ, ταχέως ἀναλίσκει ὑπὸ θερμότητος. ἔνιοι δὲ τοῦτο καλοῦσιν αἴθυιαν.
 

Χαρίζεσθαι. κοινῶς μὲν, ὡς οἱ πολλοί. ἰδίως δὲ, ἐπὶ ἀφροδισίων. ἤ ἐπὶ τοῦ ἐν λόγῳ ὑποκατακλίνεσθαι·
    εἴτέ σοι δεῖ χαρίζεσθαι. καὶ πάλιν· ἵνα σοι χαρίσωμαι.
 

Χειροσκόποι. οἱ τὰς χειροτονείας ἐπισκοποῦντες.
 

Χῆτις. σπάνις, ἔνδεια, στέρησις.
 

Χλιδή. ἔκλυσις καὶ μαλακία. εἴρηται δὲ ἀπὸ τοῦ ἐχλιάνθαι καὶ ἐκλελύσθαι ἀσθενείᾳ τοῦ θερμοῦ.
 

Χραίνειν, ἤγουν Ἀποχραίνειν. παρὰ τοῖς ζωγράφοις δὲ λέγεται τὸ μὲν Χραίνειν, τὸ δὲ χρώζειν διὰ τοῦ ῥαβδίου· τὸ δὲ Ἀποχραίνειν, τὸ τὰ χρωσθέντα ἑνοποιεῖν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου