Καὶ τάχει ἴμεν. καὶ ταχέως πορευσόμεθα.
Κάκη. ἡ κακία. ὡς Πλάνη καὶ Ζάλη.
Καραδοκεῖν. τὸ τοῦ πράγματος κεφάλαιον ἐπιζητεῖν, καὶ ἐπισκοπεῖν ὅπῃ χωρήσῃ.
Κατῇρεν. κατέπλευσεν.
Κάταγμα. ἐρίου σπάσμα καὶ μήρυμα.
Καταβολή. περιοδικὴ λῆψις πυρετοῦ.
Κατόπιν. μετὰ ταῦτα.
Κεκόμψευται. πεπιθάνευται.
Κεραμεικοὶ δύο. ὁ μὲν ἔνδον τείχους, ὁ δὲ ἐκτὸς, ἔνθα τοὺς ἐν πολέμῳ τελευτῶντες ἔθαπτον.
Κερασβόλον. ἄτηκτον, καὶ μὴ εἶκον παιδείᾳ, ἀλλ᾿ ἀπηνὲς ὄν. εἴρηται δὲ ἀπὸ τῶν σπερμάτων, ἅτινα κατὰ τῶν κεράτων βαλλόμενα ἄτηκτα καὶ ἀνέψητα μένει.
Κηφήνεσσι κοθούροισι. τοῖς καθεζομένοις καὶ φυλάττουσι τὴν τῶν μελισσῶν ἔξοδον. Οὖροι γὰρ, οἱ φυλάσσοντες· καὶ οἱ Θυρωροί, οἱ τὰς θύρας φρουροῦντες.
Κίβδηλον. οἱονεὶ κρύβδηλόν τι ὄν.
Κινδυνεύει. ἐγγίζει.
Κλητῆρες. οἱ εἰς μαρτυρίαν κλητοί.
Κνάφος. ὄργανόν τι ὄν, ἐν κύκλῳ κέντρα ἔχον, δι᾿ οὗ τοὺς βασανιζομένους κτείνουσιν. ὅμοιον δέ ἐστιν γναφικῷ κτενί.
Κοάλεμος. ματαιόφρων. Κοεῖν γὰρ τὸ αἰσθάνεσθαι.
Κόλλαβοι. τὰ τῶν χορδῶν ἐπιτόνια.
Κομψὸς λόγος. καὶ ὁ ἀγαθὸς δὲ, καὶ ὁ πιθανότητι ὑποδυόμενος τὴν ἀλήθειαν.
Κομιδῆ. τελέως. εἴρηται δὲ ἀπὸ τῆς τῶν καρπῶν κομιδῆς, ἥτις γίνεται τελειωθέντων αὐτῶν.
Κορυβαντιᾷν. παρεμμαίνεσθαι καὶ ἐνθουσιαστικῶς κινεῖσθαι.
Κόρυδοι. ὅμοιοι ὄρτυξιν ὄρνιθες.
Κορυζᾷν. μύξας ῥεούσας ἔχειν. Κόρυζα γὰρ ἡ μύξα.
Κοροπλάθοι. οἱ τοὺς κόρους πλάττοντες κηρῷ ἤ γύψῳ.
Κράδη. κλάδος.
Κραιπαλῶντα. ἔτι ἀπὸ τῆς μέθης βαρυνόμενον.
Κρανίον. ἐν Κορίνθῳ γυμνάσιον.
Κραυρότερον. ψαθυρότερον καὶ εὐθραυστότερον.
Κυαμεῦσαι. κυάμῳ ψηφοφορῆσαι, ᾧ ἐχρῶντο οἱ βουλευταί.
Κοιλοιδιᾷν. τὰ κοῖλα οἰδαίνειν. Κοῖλα δὲ τὰ ὑπὸ τοὺς ταρσοὺς τῶν ὀφθαλμῶν μυώδη σαρκία.
Κύρβις. στήλη τρίγωνος πυραμοειδής, νόμους ἔχουσα περὶ θεῶν.
Κύρτος. πᾶν πλέγμα τὸ εἰς ἰχθύων ἄγραν πεποιημένον.
Κωμῳδεῖν. σκώπτειν.
Κωλαγρέται. οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ, καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου