Τίμαιος ὁ Σοφιστής: Πλατωνικὸν Λεξικόν / Θ


Θαλλός. πᾶν τὸ θάλλον. κυρίως δὲ ὁ τῆς ἐλαίας κλάδος.
 

Θέρμη. ὁ πυρετός.
 

Θαύματα. νευροσπάσματα.
 

Θηοπολεῖν. θεῶν εἰκόνας ἔχοντα περιπολεῖν, ἀργύριον εἰσπρασσόμενον.
 

Θεσμοθέται. νομοθέται ἤ νομοφύλακες.
 

Θόλος. οἶκος περιφερὴς, ἐν ᾧ οἱ Πρυτάνεις συνειστιῶντο. Πρυτανεῖον δὲ ὠνόμασται, ἐπεὶ πυρῶν ἦν ταμιεῖον.
 

Θολῶσαι. θολερὸν ποιῆσαι.
 

Θράττει. ταράττει, κινεῖ.
 

Θυηπολοῦσι. περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι θεοὺς ἐξιλάσκεσθαι.
 

Θυήματα. θυμιάματα. ἄλφιτα δέ ἐστι ταῦτα οἴνῳ καὶ μέλιτι δεδευμένα.
 

Θυραυλεῖν. ἔξω τῶν θυρῶν αὐλίζεσθαι καὶ ἀναστρέφεσθαι.
 

Θῶπες. οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ τινὶ προσιόντες ἐπὶ κολακείᾳ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου